# |
line |
mean entropy |
|
1 |
μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι |
0.231 |
|
2 |
δεῦτε, Δί’ ἐννέπετε, σφέτερον πατέρ’ ὑμνείουσαι· |
0.231 |
|
3 |
ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε, |
0.203 |
|
4 |
ῥητοί τ’ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι. |
0.181 |
|
5 |
ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει, |
0.174 |
|
6 |
ῥεῖα δ’ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, |
0.157 |
|
7 |
ῥεῖα δέ τ’ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει |
0.171 |
|
8 |
Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει. |
0.172 |
|
9 |
κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δ’ ἴθυνε θέμιστας |
0.185 |
|
10 |
τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην. |
0.150 |
|
11 |
οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλ’ ἐπὶ γαῖαν |
0.149 |
|
12 |
εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας, |
0.144 |
|
13 |
ἣ δ’ ἐπιμωμητή· διὰ δ’ ἄνδιχα θυμὸν ἔχουσιν. |
0.149 |
|
14 |
ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει, |
0.157 |
|
15 |
σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλ’ ὑπ’ ἀνάγκης |
0.179 |
|
16 |
ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν. |
0.182 |
|
17 |
τὴν δ’ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή, |
0.192 |
|
18 |
θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων, |
0.169 |
|
19 |
γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω· |
0.166 |
|
20 |
ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν. |
0.150 |
|
21 |
εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει |
0.172 |
|
22 |
πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν |
0.188 |
|
23 |
οἶκόν τ’ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων |
0.184 |
|
24 |
εἰς ἄφενος σπεύδοντ’· ἀγαθὴ δ’ Ἔρις ἥδε βροτοῖσιν. |
0.176 |
|
25 |
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων, |
0.157 |
|
26 |
καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ. |
0.147 |
|
27 |
ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ, |
0.159 |
|
28 |
μηδέ σ’ Ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύκοι |
0.169 |
|
29 |
νείκε’ ὀπιπεύοντ’ ἀγορῆς ἐπακουὸν ἐόντα. |
0.186 |
|
30 |
ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων τ’ ἀγορέων τε, |
0.195 |
|
31 |
ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται |
0.213 |
|
32 |
ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν. |
0.206 |
|
33 |
τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις |
0.181 |
|
34 |
κτήμας’ ἐπ’ ἀλλοτρίοις· σοὶ δ’ οὐκέτι δεύτερον ἔσται |
0.151 |
|
35 |
ὧδ’ ἔρδειν· ἀλλ’ αὖθι διακρινώμεθα νεῖκος |
0.137 |
|
36 |
ἰθείῃσι δίκῃς, αἵ τ’ ἐκ Διός εἰσιν ἄρισται. |
0.164 |
|
37 |
ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ’, ἀλλὰ τὰ πολλὰ |
0.180 |
|
38 |
ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας |
0.196 |
|
39 |
δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι. |
0.208 |
|
40 |
νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς |
0.162 |
|
41 |
οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ. |
0.179 |
|
42 |
κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν· |
0.158 |
|
43 |
ῥηιδίως γάρ κεν καὶ ἐπ’ ἤματι ἐργάσσαιο, |
0.137 |
|
44 |
ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα· |
0.138 |
|
45 |
αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, |
0.160 |
|
46 |
ἔργα βοῶν δ’ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν. |
0.195 |
|
47 |
ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν, |
0.216 |
|
48 |
ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης· |
0.204 |
|
49 |
τοὔνεκ’ ἄρ’ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά. |
0.180 |
|
50 |
κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο |
0.174 |
|
51 |
ἔκλεψ’ ἀνθρώποισι Διὸς πάρα μητιόεντος |
0.186 |
|
52 |
ἐν κοὶ̈λῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον. |
0.234 |
|
53 |
τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς· |
0.222 |
|
54 |
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, |
0.203 |
|
55 |
χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας, |
0.166 |
|
56 |
σοί τ’ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν. |
0.138 |
|
57 |
τοῖς δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες |
0.137 |
|
58 |
τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες. |
0.124 |
|
59 |
ὣς ἔφατ’· ἐκ δ’ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε. |
0.151 |
|
60 |
Ἥφαιστον δ’ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα |
0.148 |
|
61 |
γαῖαν ὕδει φύρειν, ἐν δ’ ἀνθρώπου θέμεν αὐδὴν |
0.167 |
|
62 |
καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν |
0.157 |
|
63 |
παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην |
0.192 |
|
64 |
ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν· |
0.207 |
|
65 |
καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην |
0.225 |
|
66 |
καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας· |
0.183 |
|
67 |
ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος |
0.203 |
|
68 |
Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην. |
0.180 |
|
69 |
ὣς ἔφαθ’· οἳ δ’ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι. |
0.201 |
|
70 |
αὐτίκα δ’ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις |
0.186 |
|
71 |
παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς· |
0.184 |
|
72 |
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη· |
0.186 |
|
73 |
ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ |
0.174 |
|
74 |
ὅρμους χρυσείους ἔθεσαν χροί̈· ἀμφὶ δὲ τήν γε |
0.188 |
|
75 |
Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· |
0.175 |
|
76 |
πάντα δέ οἱ χροὶ̈ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη. |
0.180 |
|
77 |
ἐν δ’ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης |
0.179 |
|
78 |
ψεύδεά θ’ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος |
0.175 |
|
79 |
τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δ’ ἄρα φωνὴν |
0.186 |
|
80 |
θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα |
0.188 |
|
81 |
Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ’ ἔχοντες |
0.203 |
|
82 |
δῶρον ἐδώρησαν, πῆμ’ ἀνδράσιν ἀλφηστῇσιν. |
0.172 |
|
83 |
αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν, |
0.174 |
|
84 |
εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην |
0.180 |
|
85 |
δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδ’ Ἐπιμηθεὺς |
0.188 |
|
86 |
ἐφράσαθ’, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον |
0.185 |
|
87 |
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλ’ ἀποπέμπειν |
0.194 |
|
88 |
ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται. |
0.183 |
|
89 |
αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχ’, ἐνόησεν. |
0.168 |
|
90 |
Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων |
0.156 |
|
91 |
νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο |
0.164 |
|
92 |
νούσων τ’ ἀργαλέων, αἵ τ’ ἀνδράσι Κῆρας ἔδωκαν. |
0.166 |
|
93 |
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. |
0.185 |
|
94 |
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ’ ἀφελοῦσα |
0.187 |
|
95 |
ἐσκέδας’· ἀνθρώποισι δ’ ἐμήσατο κήδεα λυγρά. |
0.169 |
|
96 |
μούνη δ’ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν |
0.178 |
|
97 |
ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε |
0.180 |
|
98 |
ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο |
0.204 |
|
99 |
αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο. |
0.222 |
|
100 |
ἄλλα δὲ μυρία λυγρὰ κατ’ ἀνθρώπους ἀλάληται· |
0.196 |
|
101 |
πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα· |
0.146 |
|
102 |
νοῦσοι δ’ ἀνθρώποισιν ἐφ’ ἡμέρῃ, αἳ δ’ ἐπὶ νυκτὶ |
0.169 |
|
103 |
αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι |
0.174 |
|
104 |
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς. |
0.200 |
|
105 |
οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι. |
0.157 |
|
106 |
εἰ δ’ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω |
0.141 |
|
107 |
εὖ καὶ ἐπισταμένως· σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν. |
0.151 |
|
108 |
ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τ’ ἄνθρωποι. |
0.183 |
|
109 |
χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων |
0.216 |
|
110 |
ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες. |
0.194 |
|
111 |
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ’ οὐρανῷ ἐμβασίλευεν· |
0.171 |
|
112 |
ὥστε θεοὶ δ’ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες |
0.151 |
|
113 |
νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν |
0.152 |
|
114 |
γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι |
0.159 |
|
115 |
τέρποντ’ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων· |
0.161 |
|
116 |
θνῇσκον δ’ ὥσθ’ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα |
0.158 |
|
117 |
τοῖσιν ἔην· καρπὸν δ’ ἔφερε ζείδωρος ἄρουρα |
0.152 |
|
118 |
αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δ’ ἐθελημοὶ |
0.159 |
|
119 |
ἥσυχοι ἔργ’ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν. |
0.195 |
|
120 |
ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν. |
0.186 |
|
121 |
αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖ’ ἐκάλυψε,— |
0.180 |
|
122 |
τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται |
0.176 |
|
123 |
ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων, |
0.200 |
|
124 |
οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα |
0.182 |
|
125 |
ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ’ αἶαν, |
0.199 |
|
126 |
πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—, |
0.208 |
|
127 |
δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν |
0.222 |
|
128 |
ἀργύρεον ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες, |
0.225 |
|
129 |
χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα. |
0.182 |
|
130 |
ἀλλ’ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ |
0.164 |
|
131 |
ἐτρέφετ’ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ. |
0.151 |
|
132 |
ἀλλ’ ὅτ’ ἄρ’ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο, |
0.172 |
|
133 |
παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε’ ἔχοντες |
0.180 |
|
134 |
ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο |
0.195 |
|
135 |
ἀλλήλων ἀπέχειν, οὐδ’ ἀθανάτους θεραπεύειν |
0.182 |
|
136 |
ἤθελον οὐδ’ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, |
0.174 |
|
137 |
ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα |
0.179 |
|
138 |
Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς |
0.174 |
|
139 |
οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. |
0.169 |
|
140 |
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ’ ἐκάλυψε,— |
0.158 |
|
141 |
τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται, |
0.158 |
|
142 |
δεύτεροι, ἀλλ’ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—, |
0.170 |
|
143 |
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων |
0.155 |
|
144 |
χάλκειον ποίης’, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον, |
0.162 |
|
145 |
ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος |
0.170 |
|
146 |
ἔργ’ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον |
0.173 |
|
147 |
ἤσθιον, ἀλλ’ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν, |
0.179 |
|
148 |
ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι |
0.194 |
|
149 |
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. |
0.170 |
|
150 |
ὧν δ’ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι |
0.140 |
|
151 |
χαλκῷ δ’ εἰργάζοντο· μέλας δ’ οὐκ ἔσκε σίδηρος. |
0.143 |
|
152 |
καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες |
0.163 |
|
153 |
βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο |
0.178 |
|
154 |
νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας |
0.175 |
|
155 |
εἷλε μέλας, λαμπρὸν δ’ ἔλιπον φάος ἠελίοιο. |
0.165 |
|
156 |
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ’ ἐκάλυψεν, |
0.162 |
|
157 |
αὖτις ἔτ’ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ |
0.158 |
|
158 |
Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον, |
0.203 |
|
159 |
ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται |
0.197 |
|
160 |
ἡμίθεοι, προτέρη γενεὴ κατ’ ἀπείρονα γαῖαν. |
0.171 |
|
161 |
καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή, |
0.181 |
|
162 |
τοὺς μὲν ὑφ’ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ, |
0.186 |
|
163 |
ὤλεσε μαρναμένους μήλων ἕνεκ’ Οἰδιπόδαο, |
0.183 |
|
164 |
τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης |
0.202 |
|
165 |
ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ’ ἠυκόμοιο. |
0.179 |
|
166 |
ἔνθ’ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε, |
0.181 |
|
167 |
τοῖς δὲ δίχ’ ἀνθρώπων βίοτον καὶ ἤθε’ ὀπάσσας |
0.181 |
|
168 |
Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης. |
0.186 |
|
169 |
καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες |
0.198 |
|
170 |
ἐν μακάρων νήσοισι παρ’ Ὠκεανὸν βαθυδίνην, |
0.208 |
|
171 |
ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν |
0.243 |
|
172 |
τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα. |
0.222 |
|
173 |
τηλοῦ ἀπ’ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει. |
0.171 |
|
174 |
τοῦ γὰρ δεσμὸν ἔλυσε πατὴρ ἀνδρῶν τε θεῶν τε. |
0.164 |
|
175 |
τοῖσι δ’ ὁμῶς νεάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ. |
0.146 |
|
176 |
Πέμπτον δ’ αὖτις ἔτ’ ἄλλο γένος θῆκ’ εὐρύοπα Ζεὺς |
0.165 |
|
177 |
ἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ. |
0.175 |
|
178 |
μηκέτ’ ἔπειτ’ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι |
0.174 |
|
179 |
ἀνδράσιν, ἀλλ’ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι. |
0.154 |
|
180 |
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτ’ ἦμαρ |
0.157 |
|
181 |
παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ |
0.177 |
|
182 |
φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας· |
0.176 |
|
183 |
ἀλλ’ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν. |
0.173 |
|
184 |
Ζεὺς δ’ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, |
0.169 |
|
185 |
εὖτ’ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν. |
0.165 |
|
186 |
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες, |
0.177 |
|
187 |
οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ, |
0.148 |
|
188 |
οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ. |
0.196 |
|
189 |
αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· |
0.192 |
|
190 |
μέμψονται δ’ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι |
0.166 |
|
191 |
σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε |
0.174 |
|
192 |
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν |
0.170 |
|
193 |
χειροδίκαι· ἕτερος δ’ ἑτέρου πόλιν ἐξαλαπάξει. |
0.178 |
|
194 |
οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου |
0.167 |
|
195 |
οὔτ’ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν |
0.150 |
|
196 |
ἀνέρες αἰνήσουσι· δίκη δ’ ἐν χερσί, καὶ αἰδὼς |
0.144 |
|
197 |
οὐκ ἔσται· βλάψει δ’ ὁ κακὸς τὸν ἀρείονα φῶτα |
0.139 |
|
198 |
μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δ’ ὅρκον ὀμεῖται. |
0.152 |
|
199 |
ζῆλος δ’ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι |
0.190 |
|
200 |
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης. |
0.222 |
|
201 |
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης |
0.222 |
|
202 |
λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν |
0.196 |
|
203 |
ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ’ ἀνθρώπους |
0.194 |
|
204 |
Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ |
0.175 |
|
205 |
θνητοῖς ἀνθρώποισι· κακοῦ δ’ οὐκ ἔσσεται ἀλκή. |
0.152 |
|
206 |
νῦν δ’ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς· |
0.171 |
|
207 |
ὧδ’ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον |
0.186 |
|
208 |
ὕψι μάλ’ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς· |
0.196 |
|
209 |
ἣ δ’ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ’ ὀνύχεσσι, |
0.170 |
|
210 |
μύρετο· τὴν ὅγ’ ἐπικρατέως πρὸς μῦθον ἔειπεν· |
0.169 |
|
211 |
δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων· |
0.131 |
|
212 |
τῇ δ’ εἶς, ᾗ σ’ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν· |
0.123 |
|
213 |
δεῖπνον δ’, αἴ κ’ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω. |
0.118 |
|
214 |
ἄφρων δ’, ὅς κ’ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· |
0.147 |
|
215 |
νίκης τε στέρεται πρός τ’ αἴσχεσιν ἄλγεα πάσχει. |
0.174 |
|
216 |
ὣς ἔφατ’ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις. |
0.188 |
|
217 |
ὦ Πέρση, σὺ δ’ ἄκουε δίκης, μηδ’ ὕβριν ὄφελλε· |
0.174 |
|
218 |
ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς |
0.156 |
|
219 |
ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θ’ ὑπ’ αὐτῆς |
0.171 |
|
220 |
ἐγκύρσας ἄτῃσιν· ὁδὸς δ’ ἑτέρηφι παρελθεῖν |
0.169 |
|
221 |
κρείσσων ἐς τὰ δίκαια· Δίκη δ’ ὑπὲρ Ὕβριος ἴσχει |
0.157 |
|
222 |
ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω. |
0.169 |
|
223 |
αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν. |
0.165 |
|
224 |
τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κ’ ἄνδρες ἄγωσι |
0.166 |
|
225 |
δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας. |
0.159 |
|
226 |
ἣ δ’ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν, |
0.178 |
|
227 |
ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα, |
0.176 |
|
228 |
οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν. |
0.180 |
|
229 |
Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν |
0.165 |
|
230 |
ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου, |
0.164 |
|
231 |
τοῖσι τέθηλε πόλις, λαοὶ δ’ ἀνθεῦσιν ἐν αὐτῇ· |
0.162 |
|
232 |
εἰρήνη δ’ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτ’ αὐτοῖς |
0.164 |
|
233 |
ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς· |
0.190 |
|
234 |
οὐδέ ποτ’ ἰθυδίκῃσι μετ’ ἀνδράσι λιμὸς ὀπηδεῖ |
0.203 |
|
235 |
οὐδ’ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται. |
0.168 |
|
236 |
τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς |
0.151 |
|
237 |
ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας· |
0.153 |
|
238 |
εἰροπόκοι δ’ ὄιες μαλλοῖς καταβεβρίθασιν· |
0.192 |
|
239 |
τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν· |
0.185 |
|
240 |
θάλλουσιν δ’ ἀγαθοῖσι διαμπερές· οὐδ’ ἐπὶ νηῶν |
0.185 |
|
241 |
νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα. |
0.177 |
|
242 |
οἷς δ’ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα, |
0.183 |
|
243 |
τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς. |
0.174 |
|
244 |
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, |
0.170 |
|
245 |
ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται. |
0.161 |
|
246 |
τοῖσιν δ’ οὐρανόθεν μέγ’ ἐπήγαγε πῆμα Κρονίων |
0.169 |
|
247 |
λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί. |
0.184 |
|
248 |
οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι |
0.184 |
|
249 |
Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δ’ αὖτε |
0.164 |
|
250 |
ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος |
0.169 |
|
251 |
ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν. |
0.166 |
|
252 |
ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ |
0.168 |
|
253 |
τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες |
0.194 |
|
254 |
ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν |
0.189 |
|
255 |
ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες. |
0.216 |
|
256 |
τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ |
0.208 |
|
257 |
ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων· |
0.217 |
|
258 |
οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα |
0.194 |
|
259 |
ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ’ αἶαν. |
0.171 |
|
260 |
ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα, |
0.180 |
|
261 |
κυδρή τ’ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν. |
0.182 |
|
262 |
καί ῥ’ ὁπότ’ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων, |
0.194 |
|
263 |
αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι |
0.177 |
|
264 |
γηρύετ’ ἀνθρώπων ἄδικον νόον, ὄφρ’ ἀποτίσῃ |
0.181 |
|
265 |
δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες |
0.207 |
|
266 |
ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες. |
0.252 |
|
267 |
ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας |
0.213 |
|
268 |
δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε. |
0.186 |
|
269 |
οἷ γ’ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, |
0.147 |
|
270 |
ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη. |
0.152 |
|
271 |
πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας |
0.160 |
|
272 |
καί νυ τάδ’, αἴ κ’ ἐθέλῃς’, ἐπιδέρκεται, οὐδέ ἑ λήθει, |
0.142 |
|
273 |
οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει. |
0.123 |
|
274 |
νῦν δὴ ἐγὼ μήτ’ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος |
0.129 |
|
275 |
εἴην μήτ’ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον |
0.127 |
|
276 |
ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει· |
0.144 |
|
277 |
ἀλλὰ τά γ’ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα. |
0.152 |
|
278 |
ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι, |
0.152 |
|
279 |
καὶ νυ δίκης ἐπάκουε, βίης δ’ ἐπιλήθεο πάμπαν. |
0.173 |
|
280 |
τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων |
0.181 |
|
281 |
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς |
0.183 |
|
282 |
ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ’ αὐτοῖς· |
0.160 |
|
283 |
ἀνθρώποισι δ’ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη |
0.133 |
|
284 |
γίγνεται· εἰ γάρ τίς κ’ ἐθέλῃ τὰ δίκαι’ ἀγορεῦσαι |
0.151 |
|
285 |
γιγνώσκων, τῷ μέν τ’ ὄλβον διδοῖ εὐρύοπα Ζεύς· |
0.143 |
|
286 |
ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας |
0.168 |
|
287 |
ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ, |
0.174 |
|
288 |
τοῦ δέ τ’ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται· |
0.176 |
|
289 |
ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. |
0.158 |
|
290 |
σοὶ δ’ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση. |
0.145 |
|
291 |
τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι |
0.136 |
|
292 |
ῥηιδίως· λείη μὲν ὁδός, μάλα δ’ ἐγγύθι ναίει· |
0.162 |
|
293 |
τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν |
0.161 |
|
294 |
ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν |
0.144 |
|
295 |
καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηται, |
0.141 |
|
296 |
ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα. |
0.151 |
|
297 |
οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ |
0.159 |
|
298 |
φρασσάμενος, τά κ’ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω· |
0.143 |
|
299 |
ἐσθλὸς δ’ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· |
0.133 |
|
300 |
ὃς δέ κε μήτ’ αὐτὸς νοέῃ μήτ’ ἄλλου ἀκούων |
0.130 |
|
301 |
ἐν θυμῷ βάλληται, ὃ δ’ αὖτ’ ἀχρήιος ἀνήρ. |
0.144 |
|
302 |
ἀλλὰ σύ γ’ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς |
0.171 |
|
303 |
ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς |
0.192 |
|
304 |
ἐχθαίρῃ, φιλέῃ δέ σ’ ἐυστέφανος Δημήτηρ |
0.210 |
|
305 |
αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν· |
0.199 |
|
306 |
λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί. |
0.160 |
|
307 |
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς |
0.174 |
|
308 |
ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν, |
0.170 |
|
309 |
οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ |
0.192 |
|
310 |
ἔσθοντες· σοὶ δ’ ἔργα φίλ’ ἔστω μέτρια κοσμεῖν, |
0.188 |
|
311 |
ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί. |
0.164 |
|
312 |
ἐξ ἔργων δ’ ἄνδρες πολύμηλοί τ’ ἀφνειοί τε· |
0.180 |
|
313 |
καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν. |
0.156 |
|
314 |
ἔργον δ’ οὐδὲν ὄνειδος, ἀεργίη δέ τ’ ὄνειδος. |
0.175 |
|
315 |
εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς |
0.147 |
|
316 |
πλουτεῦντα· πλούτῳ δ’ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ. |
0.150 |
|
317 |
δαίμονι δ’ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον, |
0.147 |
|
318 |
εἴ κεν ἀπ’ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν |
0.162 |
|
319 |
εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω. |
0.153 |
|
320 |
αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, |
0.167 |
|
321 |
αἰδώς, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν. |
0.155 |
|
322 |
αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ. |
0.148 |
|
323 |
χρήματα δ’ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω. |
0.154 |
|
324 |
εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται, |
0.158 |
|
325 |
ἢ ὅ γ’ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ |
0.158 |
|
326 |
γίγνεται, εὖτ’ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ |
0.176 |
|
327 |
ἀνθρώπων, αἰδῶ δέ τ’ ἀναιδείη κατοπάζῃ· |
0.165 |
|
328 |
ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον |
0.162 |
|
329 |
ἀνέρι τῷ, παῦρον δέ τ’ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ. |
0.143 |
|
330 |
ἶσον δ’ ὅς θ’ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ, |
0.160 |
|
331 |
ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ |
0.186 |
|
332 |
κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων, |
0.185 |
|
333 |
ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα, |
0.170 |
|
334 |
ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ |
0.171 |
|
335 |
νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν· |
0.170 |
|
336 |
τῷ δ’ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν |
0.163 |
|
337 |
ἔργων ἀντ’ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν. |
0.140 |
|
338 |
ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ’ ἀεσίφρονα θυμόν. |
0.158 |
|
339 |
κὰδ δύναμιν δ’ ἔρδειν ἱέρ’ ἀθανάτοισι θεοῖσιν |
0.150 |
|
340 |
ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ’ ἀγλαὰ μηρία καίειν· |
0.158 |
|
341 |
ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι, |
0.157 |
|
342 |
ἠμὲν ὅτ’ εὐνάζῃ καὶ ὅτ’ ἂν φάος ἱερὸν ἔλθῃ, |
0.157 |
|
343 |
ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν, |
0.140 |
|
344 |
ὄφρ’ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος. |
0.133 |
|
345 |
τὸν φιλέοντ’ ἐπὶ δαῖτα καλεῖν, τὸν δ’ ἐχθρὸν ἐᾶσαι· |
0.136 |
|
346 |
τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει· |
0.137 |
|
347 |
εἰ γάρ τοι καὶ χρῆμ’ ἐγχώριον ἄλλο γένηται, |
0.169 |
|
348 |
γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί. |
0.173 |
|
349 |
πῆμα κακὸς γείτων, ὅσσον τ’ ἀγαθὸς μέγ’ ὄνειαρ. |
0.175 |
|
350 |
ἔμμορέ τοι τιμῆς, ὅς τ’ ἔμμορε γείτονος ἐσθλοῦ. |
0.145 |
|
351 |
οὐδ’ ἂν βοῦς ἀπόλοιτ’, εἰ μὴ γείτων κακὸς εἴη. |
0.137 |
|
352 |
εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι, |
0.141 |
|
353 |
αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι, |
0.146 |
|
354 |
ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς. |
0.134 |
|
355 |
μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶς’ ἀάτῃσιν. |
0.150 |
|
356 |
τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι. |
0.117 |
|
357 |
καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ. |
0.122 |
|
358 |
δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ’ οὔτις ἔδωκεν. |
0.110 |
|
359 |
δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα. |
0.125 |
|
360 |
ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη, |
0.125 |
|
361 |
χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν· |
0.132 |
|
362 |
ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας, |
0.168 |
|
363 |
καί τε σμικρὸν ἐόν, τό γ’ ἐπάχνωσεν φίλον ἦτορ. |
0.143 |
|
364 |
ὃς δ’ ἐπ’ ἐόντι φέρει, ὃ δ’ ἀλέξεται αἴθοπα λιμόν· |
0.135 |
|
365 |
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο |
0.130 |
|
366 |
καὶ θαμὰ τοῦτ’ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο. |
0.117 |
|
367 |
οὐδὲ τό γ’ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει. |
0.126 |
|
368 |
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν. |
0.166 |
|
369 |
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ |
0.184 |
|
370 |
χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα. |
0.187 |
|
371 |
ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι, |
0.177 |
|
372 |
μεσσόθι φείδεσθαι· δειλὴ δ’ ἐνὶ πυθμένι φειδώ. |
0.151 |
|
373 |
μισθὸς δ’ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω. |
0.165 |
|
374 |
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. |
0.172 |
|
375 |
πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας. |
0.186 |
|
376 |
μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω |
0.186 |
|
377 |
αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν. |
0.181 |
|
378 |
ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ’ ὅ γε φηλήτῃσιν. |
0.176 |
|
379 |
μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον |
0.154 |
|
380 |
φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν. |
0.171 |
|
381 |
γηραιὸς δὲ θάνοις ἕτερον παῖδ’ ἐγκαταλείπων. |
0.177 |
|
382 |
ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον. |
0.162 |
|
383 |
πλείων μὲν πλεόνων μελέτη, μείζων δ’ ἐπιθήκη. |
0.150 |
|
384 |
σοὶ δ’ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν, |
0.118 |
|
385 |
ὧδ’ ἔρδειν, καὶ ἔργον ἐπ’ ἔργῳ ἐργάζεσθαι. |
0.142 |
|
386 |
πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων |
0.169 |
|
387 |
ἄρχεσθ’ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων. |
0.233 |
|
388 |
αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα |
0.180 |
|
389 |
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ |
0.213 |
|
390 |
φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου. |
0.216 |
|
391 |
οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης |
0.213 |
|
392 |
ἐγγύθι ναιετάους’, οἵ τ’ ἄγκεα βησσήεντα, |
0.200 |
|
393 |
πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον |
0.241 |
|
394 |
ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν, |
0.189 |
|
395 |
γυμνὸν δ’ ἀμάειν, εἴ χ’ ὥρια πάντ’ ἐθέλῃσθα |
0.198 |
|
396 |
ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα |
0.177 |
|
397 |
ὥρι’ ἀέξηται, μή πως τὰ μέταζε χατίζων |
0.187 |
|
398 |
πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς. |
0.154 |
|
399 |
ὡς καὶ νῦν ἐπ’ ἔμ’ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω |
0.157 |
|
400 |
οὐδ’ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση, |
0.164 |
|
401 |
ἔργα, τά τ’ ἀνθρώποισι θεοὶ διετεκμήραντο, |
0.225 |
|
402 |
μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων |
0.196 |
|
403 |
ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ’ ἀμελῶσιν. |
0.160 |
|
404 |
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δ’ ἔτι λυπῇς, |
0.148 |
|
405 |
χρῆμα μὲν οὐ πρήξεις, σὺ δ’ ἐτώσια πόλλ’ ἀγορεύσεις· |
0.134 |
|
406 |
ἀχρεῖος δ’ ἔσται ἐπέων νομός. ἀλλά σ’ ἄνωγα |
0.159 |
|
407 |
φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τ’ ἀλεωρήν. |
0.186 |
|
408 |
οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ’ ἀροτῆρα, |
0.219 |
|
409 |
κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο, |
0.178 |
|
410 |
χρήματα δ’ ἐν οἴκῳ πάντ’ ἄρμενα ποιήσασθαι, |
0.148 |
|
411 |
μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δ’ ἀρνῆται, σὺ δὲ τητᾷ, |
0.131 |
|
412 |
ἡ δ’ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον. |
0.128 |
|
413 |
μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τε ἔνηφιν· |
0.169 |
|
414 |
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν |
0.166 |
|
415 |
οὐδ’ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει· |
0.173 |
|
416 |
αἰεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει. |
0.173 |
|
417 |
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο |
0.201 |
|
418 |
καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος |
0.213 |
|
419 |
Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς |
0.219 |
|
420 |
πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ |
0.206 |
|
421 |
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων |
0.211 |
|
422 |
ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ· |
0.241 |
|
423 |
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ |
0.205 |
|
424 |
ὕλη, φύλλα δ’ ἔραζε χέει, πτόρθοιό τε λήγει· |
0.219 |
|
425 |
τῆμος ἄρ’ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα. |
0.184 |
|
426 |
ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν, |
0.155 |
|
427 |
ἄξονα δ’ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω· |
0.140 |
|
428 |
εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο. |
0.138 |
|
429 |
τρισπίθαμον δ’ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ. |
0.135 |
|
430 |
πόλλ’ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτ’ ἂν εὕρῃς, |
0.142 |
|
431 |
ἐς οἶκον, κατ’ ὄρος διζήμενος ἢ κατ’ ἄρουραν, |
0.141 |
|
432 |
πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν, |
0.154 |
|
433 |
εὖτ’ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας |
0.185 |
|
434 |
γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι. |
0.185 |
|
435 |
δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον, |
0.189 |
|
436 |
αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω· |
0.151 |
|
437 |
εἴ χ’ ἕτερον ἄξαις, ἕτερόν κ’ ἐπὶ βουσὶ βάλοιο. |
0.162 |
|
438 |
δάφνης δ’ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες, |
0.150 |
|
439 |
δρυὸς ἔλυμα, γύης πρίνου· βόε δ’ ἐνναετήρω |
0.192 |
|
440 |
ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν, |
0.182 |
|
441 |
ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω. |
0.131 |
|
442 |
οὐκ ἂν τώ γ’ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον |
0.132 |
|
443 |
ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν. |
0.132 |
|
444 |
τοῖς δ’ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο |
0.162 |
|
445 |
ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον, |
0.188 |
|
446 |
ὃς ἔργου μελετῶν ἰθεῖάν κ’ αὔλακ’ ἐλαύνοι, |
0.185 |
|
447 |
μηκέτι παπταίνων μεθ’ ὁμήλικας, ἀλλ’ ἐπὶ ἔργῳ |
0.150 |
|
448 |
θυμὸν ἔχων· τοῦ δ’ οὔτι νεώτερος ἄλλος ἀμείνων |
0.164 |
|
449 |
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι. |
0.182 |
|
450 |
κουρότερος γὰρ ἀνὴρ μεθ’ ὁμήλικας ἐπτοίηται. |
0.185 |
|
451 |
φράζεσθαι δ’, εὖτ’ ἂν γεράνου φωνὴν ἐπακούσῃς |
0.181 |
|
452 |
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης· |
0.182 |
|
453 |
ἥτ’ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην |
0.191 |
|
454 |
δεικνύει ὀμβρηροῦ· κραδίην δ’ ἔδακ’ ἀνδρὸς ἀβούτεω· |
0.177 |
|
455 |
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας· |
0.144 |
|
456 |
ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν· |
0.149 |
|
457 |
ῥηίδιον δ’ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν. |
0.154 |
|
458 |
φησὶ δ’ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν, |
0.153 |
|
459 |
νήπιος, οὐδὲ τὸ οἶδ’· ἑκατὸν δέ τε δούρατ’ ἀμάξης, |
0.158 |
|
460 |
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι. |
0.167 |
|
461 |
εὖτ’ ἂν δὲ πρώτιστ’ ἄροτος θνητοῖσι φανείῃ, |
0.180 |
|
462 |
δὴ τότ’ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς |
0.160 |
|
463 |
αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ’ ὥρην, |
0.170 |
|
464 |
πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι. |
0.167 |
|
465 |
ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σ’ ἀπατήσει. |
0.179 |
|
466 |
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· |
0.200 |
|
467 |
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα. |
0.213 |
|
468 |
εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ’ ἁγνῇ, |
0.223 |
|
469 |
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν, |
0.175 |
|
470 |
ἀρχόμενος τὰ πρῶτ’ ἀρότου, ὅτ’ ἂν ἄκρον ἐχέτλης |
0.174 |
|
471 |
χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι |
0.159 |
|
472 |
ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε |
0.180 |
|
473 |
δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη |
0.185 |
|
474 |
σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη |
0.217 |
|
475 |
θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη. |
0.186 |
|
476 |
ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε, |
0.197 |
|
477 |
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι, |
0.163 |
|
478 |
ἐκ δ’ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα |
0.153 |
|
479 |
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. |
0.147 |
|
480 |
εὐοχθέων δ’ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους |
0.170 |
|
481 |
αὐγάσεαι· σέο δ’ ἄλλος ἀνὴρ κεχρημένος ἔσται. |
0.153 |
|
482 |
εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν, |
0.162 |
|
483 |
ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων, |
0.178 |
|
484 |
ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων, |
0.192 |
|
485 |
οἴσεις δ’ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται. |
0.192 |
|
486 |
ἄλλοτε δ’ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο, |
0.189 |
|
487 |
ἀργαλέος δ’ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι. |
0.154 |
|
488 |
εἰ δέ κεν ὄψ’ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη· |
0.154 |
|
489 |
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι |
0.142 |
|
490 |
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ’ ἀπείρονα γαῖαν, |
0.185 |
|
491 |
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδ’ ἀπολήγοι, |
0.169 |
|
492 |
μήτ’ ἄρ’ ὑπερβάλλων βοὸς ὁπλὴν μήτ’ ἀπολείπων· |
0.196 |
|
493 |
οὕτω κ’ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι. |
0.194 |
|
494 |
ἐν θυμῷ δ’ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι |
0.186 |
|
495 |
μήτ’ ἔαρ γιγνόμενον πολιὸν μήθ’ ὥριος ὄμβρος. |
0.166 |
|
496 |
πὰρ δ’ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην |
0.188 |
|
497 |
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων |
0.164 |
|
498 |
ἰσχάνει, ἔνθα κ’ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι, |
0.155 |
|
499 |
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ |
0.162 |
|
500 |
σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς. |
0.152 |
|
501 |
πολλὰ δ’ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, |
0.169 |
|
502 |
χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ. |
0.164 |
|
503 |
ἐλπὶς δ’ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, |
0.190 |
|
504 |
ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη. |
0.153 |
|
505 |
δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος· |
0.169 |
|
506 |
οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς. |
0.174 |
|
507 |
μῆνα δὲ Ληναιῶνα, κάκ’ ἤματα, βουδόρα πάντα, |
0.181 |
|
508 |
τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτ’ ἐπὶ γαῖαν |
0.219 |
|
509 |
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν, |
0.216 |
|
510 |
ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ |
0.230 |
|
511 |
ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη· |
0.192 |
|
512 |
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας |
0.184 |
|
513 |
οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ |
0.173 |
|
514 |
ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη. |
0.183 |
|
515 |
θῆρες δὲ φρίσσους’, οὐρὰς δ’ ὑπὸ μέζε’ ἔθεντο, |
0.160 |
|
516 |
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν |
0.161 |
|
517 |
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων. |
0.165 |
|
518 |
καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει· |
0.154 |
|
519 |
καί τε δι’ αἶγα ἄησι τανύτριχα· πώεα δ’ οὔ τι, |
0.154 |
|
520 |
οὕνεκ’ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν |
0.142 |
|
521 |
ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν. |
0.163 |
|
522 |
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν, |
0.182 |
|
523 |
ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει |
0.182 |
|
524 |
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης· |
0.190 |
|
525 |
εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπ’ ἐλαίῳ |
0.200 |
|
526 |
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου |
0.180 |
|
527 |
ἤματι χειμερίῳ, ὅτ’ ἀνόστεος ὃν πόδα τένδει |
0.195 |
|
528 |
ἔν τ’ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν. |
0.177 |
|
529 |
οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι· |
0.192 |
|
530 |
ἀλλ’ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε |
0.213 |
|
531 |
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει. |
0.194 |
|
532 |
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται |
0.222 |
|
533 |
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα |
0.192 |
|
534 |
φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν, |
0.208 |
|
535 |
ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι |
0.175 |
|
536 |
καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι, |
0.168 |
|
537 |
οὗ τ’ ἐπὶ νῶτα ἔαγε, κάρη δ’ εἰς οὖδας ὁρᾶται, |
0.171 |
|
538 |
τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν. |
0.163 |
|
539 |
καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω, |
0.203 |
|
540 |
χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα· |
0.168 |
|
541 |
στήμονι δ’ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι· |
0.189 |
|
542 |
τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι, |
0.196 |
|
543 |
μηδ’ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα. |
0.187 |
|
544 |
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο |
0.203 |
|
545 |
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας. |
0.165 |
|
546 |
πρωτογόνων δ’ ἐρίφων, ὁπότ’ ἂν κρύος ὥριον ἔλθῃ, |
0.176 |
|
547 |
δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρ’ ἐπὶ νώτῳ |
0.175 |
|
548 |
ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δ’ ὕπερθεν |
0.186 |
|
549 |
πῖλον ἔχειν ἀσκητόν, ἵν’ οὔατα μὴ καταδεύῃ· |
0.203 |
|
550 |
ψυχρὴ γάρ τ’ ἠὼς πέλεται Βορέαο πεσόντος |
0.184 |
|
551 |
ἠώιος δ’ ἐπὶ γαῖαν ἀπ’ οὐρανοῦ ἀστερόεντος |
0.194 |
|
552 |
ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις· |
0.178 |
|
553 |
ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων, |
0.174 |
|
554 |
ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ |
0.152 |
|
555 |
ἄλλοτε μέν θ’ ὕει ποτὶ ἕσπερον, ἄλλοτ’ ἄησι |
0.189 |
|
556 |
πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος. |
0.210 |
|
557 |
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι, |
0.208 |
|
558 |
μή ποτέ σ’ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ, |
0.185 |
|
559 |
χρῶτα δὲ μυδαλέον θήῃ κατά θ’ εἵματα δεύσῃ. |
0.188 |
|
560 |
ἀλλ’ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος, |
0.180 |
|
561 |
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ’ ἀνθρώποις. |
0.184 |
|
562 |
τῆμος τὤμισυ βουσίν, ἐπ’ ἀνέρι δὲ πλέον εἴη |
0.163 |
|
563 |
ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν. |
0.156 |
|
564 |
ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν |
0.183 |
|
565 |
ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις |
0.207 |
|
566 |
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ. |
0.196 |
|
567 |
εὖτ’ ἂν δ’ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο |
0.183 |
|
568 |
χειμέρι’ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότ’ ἀστὴρ |
0.186 |
|
569 |
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο |
0.225 |
|
570 |
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος. |
0.262 |
|
571 |
τὸν δὲ μέτ’ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν |
0.234 |
|
572 |
ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο. |
0.207 |
|
573 |
τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον. |
0.157 |
|
574 |
ἀλλ’ ὁπότ’ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ |
0.150 |
|
575 |
Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων· |
0.153 |
|
576 |
ἀλλ’ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν· |
0.181 |
|
577 |
φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ’ ἠόα κοῖτον |
0.158 |
|
578 |
ὥρῃ ἐν ἀμήτου, ὅτε τ’ ἠέλιος χρόα κάρφει. |
0.164 |
|
579 |
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν |
0.180 |
|
580 |
ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη. |
0.170 |
|
581 |
ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν, |
0.162 |
|
582 |
ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου, |
0.175 |
|
583 |
ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου |
0.172 |
|
584 |
ἀνθρώπους πολλοῖσί τ’ ἐπὶ ζυγὰ βουσὶ τίθησιν. |
0.196 |
|
585 |
ἦμος δὲ σκόλυμός τ’ ἀνθεῖ καὶ ἠχέτα τέττιξ |
0.208 |
|
586 |
δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ’ ἀοιδὴν |
0.216 |
|
587 |
πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, |
0.209 |
|
588 |
τῆμος πιόταταί τ’ αἶγες καὶ οἶνος ἄριστος, |
0.182 |
|
589 |
μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες |
0.163 |
|
590 |
εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, |
0.162 |
|
591 |
αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότ’ ἤδη |
0.190 |
|
592 |
εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος, |
0.199 |
|
593 |
μάζα τ’ ἀμολγαίη γάλα τ’ αἰγῶν σβεννυμενάων, |
0.211 |
|
594 |
καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης |
0.203 |
|
595 |
πρωτογόνων τ’ ἐρίφων· ἐπὶ δ’ αἴθοπα πινέμεν οἶνον, |
0.186 |
|
596 |
ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, |
0.192 |
|
597 |
ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, |
0.186 |
|
598 |
κρήνης τ’ αἰενάου καὶ ἀπορρύτου, ἥτ’ ἀθόλωτος, |
0.177 |
|
599 |
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. |
0.182 |
|
600 |
δμωσὶ δ’ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν |
0.183 |
|
601 |
δινέμεν, εὖτ’ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος, |
0.163 |
|
602 |
χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ. |
0.121 |
|
603 |
μέτρῳ δ’ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ |
0.116 |
|
604 |
πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου, |
0.140 |
|
605 |
θῆτά τ’ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον |
0.185 |
|
606 |
δίζησθαι κέλομαι· χαλεπὴ δ’ ὑπόπορτις ἔριθος· |
0.186 |
|
607 |
καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου, |
0.174 |
|
608 |
μή ποτέ σ’ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ’ ἕληται. |
0.157 |
|
609 |
χόρτον δ’ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη |
0.160 |
|
610 |
βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα |
0.183 |
|
611 |
δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι. |
0.167 |
|
612 |
εὖτ’ ἂν δ’ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ |
0.182 |
|
613 |
οὐρανόν, Ἀρκτοῦρον δ’ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς, |
0.186 |
|
614 |
ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς· |
0.190 |
|
615 |
δεῖξαι δ’ ἠελίῳ δέκα τ’ ἤματα καὶ δέκα νύκτας, |
0.163 |
|
616 |
πέντε δὲ συσκιάσαι, ἕκτῳ δ’ εἰς ἄγγε’ ἀφύσσαι |
0.138 |
|
617 |
δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ |
0.175 |
|
618 |
Πληιάδες θ’ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος |
0.208 |
|
619 |
δύνωσιν, τότ’ ἔπειτ’ ἀρότου μεμνημένος εἶναι |
0.210 |
|
620 |
ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν. |
0.178 |
|
621 |
εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ, |
0.196 |
|
622 |
εὖτ’ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος |
0.211 |
|
623 |
φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον, |
0.209 |
|
624 |
δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται· |
0.182 |
|
625 |
καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ, |
0.192 |
|
626 |
γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω. |
0.175 |
|
627 |
νῆα δ’ ἐπ’ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι |
0.205 |
|
628 |
πάντοθεν, ὄφρ’ ἴσχως’ ἀνέμων μένος ὑγρὸν ἀέντων, |
0.183 |
|
629 |
χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος. |
0.167 |
|
630 |
ὅπλα δ’ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ |
0.189 |
|
631 |
εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο· |
0.189 |
|
632 |
πηδάλιον δ’ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι. |
0.185 |
|
633 |
αὐτὸς δ’ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ· |
0.165 |
|
634 |
καὶ τότε νῆα θοὴν ἅλαδ’ ἑλκέμεν, ἐν δέ τε φόρτον |
0.170 |
|
635 |
ἄρμενον ἐντύνασθαι, ἵν’ οἴκαδε κέρδος ἄρηαι, |
0.164 |
|
636 |
ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ, |
0.172 |
|
637 |
πλωίζεσκ’ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ· |
0.155 |
|
638 |
ὅς ποτε καὶ τῇδ’ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας, |
0.167 |
|
639 |
Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ· |
0.165 |
|
640 |
οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον, |
0.198 |
|
641 |
ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν· |
0.164 |
|
642 |
νάσσατο δ’ ἄγχ’ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, |
0.164 |
|
643 |
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτ’ ἐσθλῇ. |
0.176 |
|
644 |
τύνη δ’, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι |
0.186 |
|
645 |
ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα. |
0.179 |
|
646 |
νῆ’ ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ ἐνὶ φορτία θέσθαι. |
0.164 |
|
647 |
μείζων μὲν φόρτος, μεῖζον δ’ ἐπὶ κέρδεϊ κέρδος |
0.142 |
|
648 |
ἔσσεται, εἴ κ’ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας. |
0.136 |
|
649 |
εὖτ’ ἂν ἐπ’ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν |
0.145 |
|
650 |
βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα, |
0.187 |
|
651 |
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης, |
0.210 |
|
652 |
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν. |
0.157 |
|
653 |
οὐ γάρ πώ ποτε νηί γ’ ἐπέπλων εὐρέα πόντον, |
0.142 |
|
654 |
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτ’ Ἀχαιοὶ |
0.154 |
|
655 |
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν |
0.180 |
|
656 |
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα. |
0.199 |
|
657 |
ἔνθα δ’ ἐγὼν ἐπ’ ἄεθλα δαί̈φρονος Ἀμφιδάμαντος |
0.163 |
|
658 |
Χαλκίδα τ’ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ |
0.137 |
|
659 |
ἄεθλ’ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι |
0.176 |
|
660 |
ὕμνῳ νικήσαντα φέρειν τρίποδ’ ὠτώεντα. |
0.197 |
|
661 |
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσς’ ἀνέθηκα, |
0.219 |
|
662 |
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς. |
0.187 |
|
663 |
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων· |
0.184 |
|
664 |
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο· |
0.186 |
|
665 |
Μοῦσαι γάρ μ’ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν. |
0.199 |
|
666 |
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο, |
0.219 |
|
667 |
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης, |
0.200 |
|
668 |
ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα |
0.192 |
|
669 |
καυάξαις οὔτ’ ἄνδρας ἀποφθείσειε θάλασσα, |
0.203 |
|
670 |
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων |
0.216 |
|
671 |
ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι· |
0.169 |
|
672 |
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε. |
0.162 |
|
673 |
τῆμος δ’ εὐκρινέες τ’ αὖραι καὶ πόντος ἀπήμων· |
0.154 |
|
674 |
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας |
0.163 |
|
675 |
ἑλκέμεν ἐς πόντον φόρτον τ’ ἐς πάντα τίθεσθαι, |
0.165 |
|
676 |
σπεύδειν δ’ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι· |
0.154 |
|
677 |
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον |
0.183 |
|
678 |
καὶ χειμῶν’ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας, |
0.193 |
|
679 |
ὅστ’ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ |
0.208 |
|
680 |
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν. |
0.185 |
|
681 |
ἄλλος δ’ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν· |
0.160 |
|
682 |
ἦμος δὴ τὸ πρῶτον, ὅσον τ’ ἐπιβᾶσα κορώνη |
0.166 |
|
683 |
ἴχνος ἐποίησεν, τόσσον πέταλ’ ἀνδρὶ φανείῃ |
0.167 |
|
684 |
ἐν κράδῃ ἀκροτάτῃ, τότε δ’ ἄμβατός ἐστι θάλασσα· |
0.165 |
|
685 |
εἰαρινὸς δ’ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε |
0.149 |
|
686 |
αἴνημ’· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν· |
0.156 |
|
687 |
ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ |
0.180 |
|
688 |
ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο· |
0.201 |
|
689 |
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν. |
0.206 |
|
690 |
δεινὸν δ’ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σ’ ἄνωγα |
0.189 |
|
691 |
φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω. |
0.168 |
|
692 |
μηδ’ ἐν νηυσὶν ἅπαντα βίον κοί̈λῃσι τίθεσθαι· |
0.181 |
|
693 |
ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι. |
0.179 |
|
694 |
δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι. |
0.156 |
|
695 |
δεινὸν δ’, εἴ κ’ ἐπ’ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας |
0.156 |
|
696 |
ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη. |
0.147 |
|
697 |
μέτρα φυλάσσεσθαι· καιρὸς δ’ ἐπὶ πᾶσιν ἄριστος. |
0.187 |
|
698 |
ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, |
0.178 |
|
699 |
μήτε τριηκόντων ἐτέων μάλα πόλλ’ ἀπολείπων |
0.157 |
|
700 |
μήτ’ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος· |
0.151 |
|
701 |
ἡ δὲ γυνὴ τέτορ’ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο. |
0.137 |
|
702 |
παρθενικὴν δὲ γαμεῖν, ὥς κ’ ἤθεα κεδνὰ διδάξῃς. |
0.137 |
|
703 |
τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει, |
0.158 |
|
704 |
πάντα μάλ’ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς. |
0.143 |
|
705 |
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον |
0.140 |
|
706 |
τῆς ἀγαθῆς, τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, |
0.154 |
|
707 |
δειπνολόχης· ἥτ’ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα |
0.157 |
|
708 |
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν. |
0.172 |
|
709 |
εὖ δ’ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι. |
0.187 |
|
710 |
μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον· |
0.147 |
|
711 |
εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς. |
0.157 |
|
712 |
μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γ’ ἄρχῃ |
0.138 |
|
713 |
ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας, |
0.136 |
|
714 |
δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γ’ αὖτις |
0.143 |
|
715 |
ἡγῆτ’ ἐς φιλότητα, δίκην δ’ ἐθέλῃσι παρασχεῖν, |
0.139 |
|
716 |
δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον |
0.162 |
|
717 |
ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος. |
0.174 |
|
718 |
μηδὲ πολύξεινον μηδ’ ἄξεινον καλέεσθαι, |
0.177 |
|
719 |
μηδὲ κακῶν ἕταρον μηδ’ ἐσθλῶν νεικεστῆρα. |
0.192 |
|
720 |
μηδέ ποτ’ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ |
0.189 |
|
721 |
τέτλαθ’ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων. |
0.180 |
|
722 |
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος |
0.196 |
|
723 |
φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης. |
0.164 |
|
724 |
εἰ δὲ κακὸν εἴποις, τάχα κ’ αὐτὸς μεῖζον ἀκούσαις. |
0.166 |
|
725 |
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι |
0.154 |
|
726 |
ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τ’ ὀλιγίστη. |
0.180 |
|
727 |
μηδέ ποτ’ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον |
0.182 |
|
728 |
χερσὶν ἀνίπτοισιν μηδ’ ἄλλοις ἀθανάτοισιν· |
0.170 |
|
729 |
οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τ’ ἀράς. |
0.166 |
|
730 |
μηδ’ ἄντ’ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν· |
0.161 |
|
731 |
αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τ’ ἀνιόντα· |
0.151 |
|
732 |
μήτ’ ἐν ὁδῷ μήτ’ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς |
0.152 |
|
733 |
μηδ’ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν· |
0.154 |
|
734 |
ἑζόμενος δ’ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς, |
0.160 |
|
735 |
ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς. |
0.140 |
|
736 |
μηδ’ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου |
0.155 |
|
737 |
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλ’ ἀλέασθαι. |
0.192 |
|
738 |
μηδ’ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα |
0.161 |
|
739 |
σπερμαίνειν γενεήν, ἀλλ’ ἀθανάτων ἀπὸ δαιτός. |
0.174 |
|
740 |
μηδέ ποτ’ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ |
0.163 |
|
741 |
ποσσὶ περᾶν, πρίν γ’ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα, |
0.177 |
|
742 |
χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ. |
0.175 |
|
743 |
ὃς ποταμὸν διαβῇ κακότητ’ ἰδὲ χεῖρας ἄνιπτος, |
0.186 |
|
744 |
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω. |
0.157 |
|
745 |
μηδ’ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ |
0.170 |
|
746 |
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. |
0.203 |
|
747 |
μηδέ ποτ’ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε |
0.189 |
|
748 |
πινόντων· ὀλοὴ γὰρ ἐπ’ αὐτῷ μοῖρα τέτυκται. |
0.203 |
|
749 |
μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν, |
0.200 |
|
750 |
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη. |
0.207 |
|
751 |
μηδ’ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα |
0.170 |
|
752 |
ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή. |
0.169 |
|
753 |
μηδ’ ἐπ’ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, |
0.163 |
|
754 |
παῖδα δυωδεκαταῖον, ὅτ’ ἀνέρ’ ἀνήνορα ποιεῖ, |
0.185 |
|
755 |
μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται. |
0.225 |
|
756 |
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι |
0.178 |
|
757 |
ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ’ ἐπὶ καὶ τῷ |
0.176 |
|
758 |
ποινή. μηδ’ ἱεροῖσιν ἐπ’ αἰθομένοισι κυρήσας |
0.154 |
|
759 |
μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ. |
0.156 |
|
760 |
μηδέ ποτ’ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων |
0.159 |
|
761 |
μηδ’ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ’ ἐξαλέασθαι· |
0.152 |
|
762 |
μηδ’ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν. |
0.160 |
|
763 |
ὧδ’ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην. |
0.179 |
|
764 |
φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι |
0.169 |
|
765 |
ῥεῖα μάλ’, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ’ ἀποθέσθαι. |
0.156 |
|
766 |
φήμη δ’ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ |
0.164 |
|
767 |
λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. |
0.162 |
|
768 |
Ἤματα δ’ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν |
0.183 |
|
769 |
πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην |
0.197 |
|
770 |
ἔργα τ’ ἐποπτεύειν ἠδ’ ἁρμαλιὴν δατέασθαι. |
0.207 |
|
771 |
αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος, |
0.192 |
|
772 |
εὖτ’ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν. |
0.180 |
|
773 |
Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· |
0.194 |
|
774 |
τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ· |
0.172 |
|
775 |
ὀγδοάτη δ’ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς |
0.192 |
|
776 |
ἔξοχ’ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι· |
0.157 |
|
777 |
ἑνδεκάτη δὲ δυωδεκάτη τ’, ἄμφω γε μὲν ἐσθλαί, |
0.180 |
|
778 |
ἠμὲν ὄις πείκειν ἠδ’ εὔφρονα καρπὸν ἀμᾶσθαι· |
0.154 |
|
779 |
ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ’ ἀμείνων· |
0.174 |
|
780 |
τῇ γάρ τοι νῇ νήματ’ ἀερσιπότητος ἀράχνης |
0.179 |
|
781 |
ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται· |
0.172 |
|
782 |
τῇ δ’ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον. |
0.189 |
|
783 |
Μηνὸς δ’ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι |
0.189 |
|
784 |
σπέρματος ἄρξασθαι· φυτὰ δ’ ἐνθρέψασθαι ἀρίστη. |
0.176 |
|
785 |
ἕκτη δ’ ἡ μέσση μάλ’ ἀσύμφορός ἐστι φυτοῖσιν, |
0.149 |
|
786 |
ἀνδρογόνος δ’ ἀγαθή· κούρῃ δ’ οὐ σύμφορός ἐστιν, |
0.156 |
|
787 |
οὔτε γενέσθαι πρῶτ’ οὔτ’ ἂρ γάμου ἀντιβολῆσαι. |
0.150 |
|
788 |
οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι |
0.152 |
|
789 |
ἄρμενος, ἀλλ’ ἐρίφους τάμνειν καὶ πώεα μήλων |
0.171 |
|
790 |
σηκόν τ’ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ· |
0.179 |
|
791 |
ἐσθλὴ δ’ ἀνδρογόνος· φιλέοι δ’ ὅ γε κέρτομα βάζειν |
0.192 |
|
792 |
ψεύδεά θ’ αἱμυλίους τε λόγους κρυφίους τ’ ὀαρισμούς. |
0.157 |
|
793 |
μηνὸς δ’ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον |
0.194 |
|
794 |
ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς. |
0.182 |
|
795 |
εἰκάδι δ’ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα |
0.196 |
|
796 |
γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν. |
0.177 |
|
797 |
ἐσθλὴ δ’ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς |
0.166 |
|
798 |
μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς |
0.143 |
|
799 |
καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς |
0.164 |
|
800 |
πρηύ̈νειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ |
0.203 |
|
801 |
τετράδ’ ἀλεύασθαι φθίνοντός θ’ ἱσταμένου τε |
0.190 |
|
802 |
ἄλγε’ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ. |
0.170 |
|
803 |
Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν |
0.162 |
|
804 |
οἰωνοὺς κρίνας, οἳ ἐπ’ ἔργματι τούτῳ ἄριστοι. |
0.157 |
|
805 |
πέμπτας δ’ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί· |
0.180 |
|
806 |
ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν |
0.178 |
|
807 |
Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμ’ ἐπιόρκοις. |
0.189 |
|
808 |
Μέσσῃ δ’ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν |
0.199 |
|
809 |
εὖ μάλ’ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ |
0.222 |
|
810 |
βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα |
0.208 |
|
811 |
νήιά τε ξύλα πολλά, τά τ’ ἄρμενα νηυσὶ πέλονται. |
0.189 |
|
812 |
τετράδι δ’ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς. |
0.165 |
|
813 |
εἰνὰς δ’ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ, |
0.176 |
|
814 |
πρωτίστη δ’ εἰνὰς παναπήμων ἀνθρώποισιν· |
0.155 |
|
815 |
ἐσθλὴ μὲν γάρ θ’ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι |
0.166 |
|
816 |
ἀνέρι τ’ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ. |
0.164 |
|
817 |
παῦροι δ’ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην |
0.185 |
|
818 |
ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι |
0.190 |
|
819 |
βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι, |
0.187 |
|
820 |
νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον |
0.218 |
|
821 |
εἰρύμεναι· παῦροι δέ τ’ ἀληθέα κικλῄσκουσιν. |
0.173 |
|
822 |
τετράδι δ’ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ |
0.154 |
|
823 |
μέσση· παῦροι δ’ αὖτε μετ’ εἰκάδα μηνὸς ἀρίστην |
0.153 |
|
824 |
ἠοῦς γιγνομένης· ἐπὶ δείελα δ’ ἐστὶ χερείων. |
0.141 |
|
825 |
αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγ’ ὄνειαρ, |
0.157 |
|
826 |
αἱ δ’ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι. |
0.153 |
|
827 |
ἄλλος δ’ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν. |
0.149 |
|
828 |
ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ. |
0.174 |
|
829 |
τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα |
0.189 |
|
830 |
εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν, |
0.193 |
|
831 |
ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων. |
0.193 |
|